Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.292 Joseph. AJ 12.297 (English) >>Joseph. AJ 12.302

12.295καταλιπὼν οὖν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινὰ δόξαν ἔχοντα παρʼ αὐτῷ, καὶ τὰ μέχρι τῶν Αἰγύπτου ὅρων καὶ τῆς κάτωθεν Ἀσίας ἀπʼ Εὐφράτου διήκοντα ποταμοῦ καὶ μέρος τι τῆς δυνάμεως καὶ τῶν ἐλεφάντων, 12.296τρέφειν μὲν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ μετὰ πάσης φροντίδος ἐνετείλατο ἕως ἂν οὗ παραγένηται, καταστρεψάμενον δὲ τὴν Ἰουδαίαν καὶ τοὺς οἰκοῦντας αὐτὴν ἐξανδραποδισάμενον ἀφανίσαι τὰ Ἱεροσόλυμα καὶ τὸ γένος αὐτῶν ἀπολέσαι. 12.297καὶ ταῦτα μὲν ἐπιστείλας τῷ Λυσίᾳ βασιλεὺς Ἀντίοχος ἐξήλασεν εἰς τὴν Περσίδα τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ ἑβδόμῳ ἔτει, καὶ περαιωσάμενος τὸν Εὐφράτην ἀνέβαινεν πρὸς τοὺς ἄνω σατράπας. 12.298

δὲ Λυσίας ἐπιλεξάμενος Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τῶν τοῦ βασιλέως, καὶ παραδοὺς αὐτοῖς πεζῆς μὲν δυνάμεως μυριάδας τέσσαρας, ἱππεῖς δὲ ἑπτακισχιλίους, ἐξέπεμψεν ἐπὶ τὴν Ἰουδαίαν. οἱ δὲ ἄχρις Ἐμμαοῦ πόλεως ἐλθόντες ἐπὶ τῇ πεδινῇ καταστρατοπεδεύονται. 12.299προσγίγνονται δʼ αὐτοῖς σύμμαχοι ἀπό τε τῆς Συρίας καὶ τῆς πέριξ χώρας καὶ πολλοὶ τῶν πεφευγότων Ἰουδαίων, ἔτι γε μὴν καὶ τῶν ἐμπόρων τινὲς ὡς ὠνησόμενοι τοὺς αἰχμαλωτισθησομένους, πέδας μὲν κομίζοντες αἷς δήσουσιν τοὺς ληφθησομένους, ἄργυρον δὲ καὶ χρυσὸν τιμὴν αὐτῶν καταθησόμενοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.292 Joseph. AJ 12.297 (English) >>Joseph. AJ 12.302

Powered by PhiloLogic